ΔΑΝΙΗΛ (LXX)


3


3. 1 Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ βασιλεὺς διοικῶν πόλεις καὶ χώρας καὶ πάντας τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ Ινδικῆς ἕως Αἰθιοπίας ἐποίησεν εἰκόνα χρυσῆν, τὸ ὕψος αὐτῆς πηχῶν ἑξήκοντα καὶ τὸ πλάτος αὐτῆς πηχῶν ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ τοῦ περιβόλου χώρας Βαβυλωνίας.
3. 2 καὶ Ναβουχοδονοσορ βασιλεὺς βασιλέων καὶ κυριεύων τῆς οἰκουμένης ὅλης ἀπέστειλεν ἐπισυναγαγεῖν πάντα τὰ ἔθνη καὶ φυλὰς καὶ γλώσσας, σατράπας, στρατηγούς, τοπάρχας καὶ ὑπάτους, διοικητὰς καὶ τοὺς ἐπ ἐξουσιῶν κατὰ χώραν καὶ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἐλθεῖν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος τῆς χρυσῆς, ἣν ἔστησε Ναβουχοδονοσορ ὁ βασιλεύς·
3. 3 καὶ ἔστησαν οἱ προγεγραμμένοι κατέναντι τῆς εἰκόνος.
3. 4 καὶ ὁ κῆρυξ ἐκήρυξε τοῖς ὄχλοις Ὑμῖν παραγγέλλεται, ἔθνη καὶ χῶραι, λαοὶ καὶ γλῶσσαι·
3. 5 ὅταν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγος καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου, συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ, ἣν ἔστησε Ναβουχοδονοσορ βασιλεύς·
3. 6 καὶ πᾶς, ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, ἐμβαλοῦσιν αὐτὸν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
3. 7 καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε ἤκουσαν πάντα τὰ ἔθνη τῆς φωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν, πίπτοντα πάντα τὰ ἔθνη, φυλαὶ καὶ γλῶσσαι προσεκύνησαν τῇ εἰκόνι τῇ χρυσῇ, ἣν ἔστησε Ναβουχοδονοσορ, κατέναντι τούτου.
3. 8 ἐν ἐκείνῳ τῷ καιρῷ προσελθόντες ἄνδρες Χαλδαῖοι διέβαλον τοὺς Ιουδαίους
3. 9 καὶ ὑπολαβόντες εἶπον Κύριε βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆθι·
3. 10 σύ, βασιλεῦ, προσέταξας καὶ ἔκρινας, ἵνα πᾶς ἄνθρωπος, ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν, πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ,
3. 11 καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην·
3. 12 εἰσὶ δέ τινες ἄνδρες Ιουδαῖοι, οὓς κατέστησας ἐπὶ τῆς χώρας τῆς Βαβυλωνίας, Σεδραχ, Μισαχ, Αβδεναγω, οἱ ἄνθρωποι ἐκεῖνοι οὐκ ἐφοβήθησάν σου τὴν ἐντολὴν καὶ τῷ εἰδώλῳ σου οὐκ ἐλάτρευσαν καὶ τῇ εἰκόνι σου τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσεκύνησαν.
3. 13 τότε Ναβουχοδονοσορ θυμωθεὶς ὀργῇ προσέταξεν ἀγαγεῖν τὸν Σεδραχ, Μισαχ, Αβδεναγω· τότε οἱ ἄνθρωποι ἤχθησαν πρὸς τὸν βασιλέα.
3. 14 οὓς καὶ συνιδὼν Ναβουχοδονοσορ ὁ βασιλεὺς εἶπεν αὐτοῖς Διὰ τί, Σεδραχ, Μισαχ, Αβδεναγω, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ἣν ἔστησα, οὐ προσκυνεῖτε;
3. 15 καὶ νῦν εἰ μὲν ἔχετε ἑτοίμως ἅμα τῷ ἀκοῦσαι τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πεσόντες προσκυνῆσαι τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησα· εἰ δὲ μή γε, γινώσκετε ὅτι μὴ προσκυνησάντων ὑμῶν αὐθωρὶ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· καὶ ποῖος θεὸς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;
3. 16 ἀποκριθέντες δὲ Σεδραχ, Μισαχ, Αβδεναγω εἶπαν τῷ βασιλεῖ Ναβουχοδονοσορ Βασιλεῦ, οὐ χρείαν ἔχομεν ἡμεῖς ἐπὶ τῇ ἐπιταγῇ ταύτῃ ἀποκριθῆναί σοι·
3. 17 ἔστι γὰρ θεὸς ἐν οὐρανοῖς εἷς κύριος ἡμῶν, ὃν φοβούμεθα, ὅς ἐστι δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρός, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ἐξελεῖται ἡμᾶς·
3. 18 καὶ τότε φανερόν σοι ἔσται, ὅτι οὔτε τῷ εἰδώλῳ σου λατρεύομεν οὔτε τῇ εἰκόνι σου τῇ χρυσῇ, ἣν ἔστησας, προσκυνοῦμεν.
3. 19 τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμοῦ, καὶ ἡ μορφὴ τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη, καὶ ἐπέταξε καῆναι τὴν κάμινον ἑπταπλασίως παρ ὃ ἔδει αὐτὴν καῆναι·
3. 20 καὶ ἄνδρας ἰσχυροτάτους τῶν ἐν τῇ δυνάμει ἐπέταξε συμποδίσαντας τὸν Σεδραχ, Μισαχ, Αβδεναγω ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
3. 21 τότε οἱ ἄνδρες ἐκεῖνοι συνεποδίσθησαν ἔχοντες τὰ ὑποδήματα αὐτῶν καὶ τὰς τιάρας αὐτῶν ἐπὶ τῶν κεφαλῶν αὐτῶν σὺν τῷ ἱματισμῷ αὐτῶν καὶ ἐβλήθησαν εἰς τὴν κάμινον.
3. 22 ἐπειδὴ τὸ πρόσταγμα τοῦ βασιλέως ἤπειγεν καὶ ἡ κάμινος ἐξεκαύθη ὑπὲρ τὸ πρότερον ἑπταπλασίως, καὶ οἱ ἄνδρες οἱ προχειρισθέντες συμποδίσαντες αὐτοὺς καὶ προσαγαγόντες τῇ καμίνῳ ἐνεβάλοσαν εἰς αὐτήν.
3. 23 τοὺς μὲν οὖν ἄνδρας τοὺς συμποδίσαντας τοὺς περὶ τὸν Αζαριαν ἐξελθοῦσα ἡ φλὸξ ἐκ τῆς καμίνου ἐνεπύρισε καὶ ἀπέκτεινεν, αὐτοὶ δὲ συνετηρήθησαν.
3. 24 Οὕτως οὖν προσηύξατο Ανανιας καὶ Αζαριας καὶ Μισαηλ καὶ ὕμνησαν τῷ κυρίῳ, ὅτε αὐτοὺς ὁ βασιλεὺς προσέταξεν ἐμβληθῆναι εἰς τὴν κάμινον.
3. 25 στὰς δὲ Αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐξωμολογεῖτο τῷ κυρίῳ ἅμα τοῖς συνεταίροις αὐτοῦ ἐν μέσῳ τῷ πυρὶ ὑποκαιομένης τῆς καμίνου ὑπὸ τῶν Χαλδαίων σφόδρα καὶ εἶπαν
3. 26 Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας,
3. 27 ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ αἱ ὁδοί σου εὐθεῖαι, καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθιναί,
3. 28 καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν σου τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ιερουσαλημ, διότι ἐν ἀληθείᾳ καὶ κρίσει ἐποίησας πάντα ταῦτα διὰ τὰς ἁμαρτίας ἡμῶν.
3. 29 ὅτι ἡμάρτομεν ἐν πᾶσι καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐχ ὑπηκούσαμεν
3. 30 οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται.
3. 31 καὶ νῦν πάντα, ὅσα ἡμῖν ἐπήγαγες, καὶ πάντα, ὅσα ἐποί ησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας
3. 32 καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἡμῶν ἀνόμων καὶ ἐχθίστων ἀποστατῶν καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
3. 33 καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σε βομένοις σε.
3. 34 μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς σου τὴν διαθήκην
3. 35 καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ ἡμῶν διὰ Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ισαακ τὸν δοῦλόν σου καὶ Ισραηλ τὸν ἅγιόν σου,
3. 36 ὡς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
3. 37 ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρ τίας ἡμῶν,
3. 38 καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης οὐδὲ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος·
3. 39 ἀλλ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι τεταπεινωμένῳ προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων·
3. 40 οὕτω γενέσθω ἡμῶν ἡ θυσία ἐνώπιόν σου σήμερον καὶ ἐξιλάσαι ὄπισθέν σου, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί, καὶ τελειώσαι ὄπισθέν σου.
3. 41 καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς,
3. 42 ἀλλὰ ποίησον μεθ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου
3. 43 καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου, κύριε.
3. 44 καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη·
3. 45 γνώτωσαν ὅτι σὺ εἶ μόνος κύριος ὁ θεὸς καὶ ἔνδοξος ἐφ ὅλην τὴν οἰκουμένην.
3. 46 Καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον. καὶ ἡνίκα ἐνεβάλοσαν τοὺς τρεῖς εἰς ἅπαξ εἰς τὴν κάμινον, καὶ ἡ κάμινος ἦν διάπυρος κατὰ τὴν θερμασίαν αὐτῆς ἑπταπλασίως, καὶ ὅτε αὐτοὺς ἐνεβάλοσαν, οἱ μὲν ἐμβάλλοντες αὐτοὺς ἦσαν ὑπεράνω αὐτῶν, οἱ δὲ ὑπέκαιον ὑποκάτωθεν αὐτῶν νάφθαν καὶ στιππύον καὶ πίσσαν καὶ κληματίδα.
3. 47 καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα
3. 48 καὶ διεξώδευσε καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων.
3. 49 ἄγγελος δὲ κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Αζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου
3. 50 καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡσεὶ πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησε καὶ οὐ παρηνώχλησεν αὐτούς.
3. 51 Ἀναλαβόντες δὲ οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν καὶ ἐξύψουν τὸν θεὸν ἐν τῇ καμίνῳ λέγοντες
3. 52 Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψωμένον εἰς πάντας τοὺς αἰῶνας.
3. 53 εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.
3. 54 εὐλογητὸς εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου καὶ ὑμνητὸς καὶ ὑπερυψωμένος εἰς τοὺς αἰῶνας.
3. 55 εὐλογητὸς εἶ, ὁ βλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβιμ, καὶ αἰνετὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.
3. 56 εὐλογητὸς εἶ ἐν τῷ στερεώματι καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.
3. 57 εὐλογεῖτε, πάντα τὰ ἔργα τοῦ κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 58 εὐλογεῖτε, ἄγγελοι κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 59 εὐλογεῖτε, οὐρανοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 60 εὐλογεῖτε, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 61 εὐλογεῖτε, πᾶσαι αἱ δυνάμεις κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 62 εὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 63 εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 64 εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 65 εὐλογεῖτε, πάντα τὰ πνεύματα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 66 εὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 67 εὐλογεῖτε, ῥῖγος καὶ ψῦχος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 68 εὐλογεῖτε, δρόσοι καὶ νιφετοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 69 εὐλογεῖτε, πάγοι καὶ ψῦχος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 70 εὐλογεῖτε, πάχναι καὶ χιόνες, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 71 εὐλογεῖτε, νύκτες καὶ ἡμέραι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 72 εὐλογεῖτε, φῶς καὶ σκότος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 73 εὐλογεῖτε, ἀστραπαὶ καὶ νεφέλαι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 74 εὐλογείτω ἡ γῆ τὸν κύριον· ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 75 εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 76 εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐπὶ τῆς γῆς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 77 εὐλογεῖτε, αἱ πηγαί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 78 εὐλογεῖτε, θάλασσαι καὶ ποταμοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 79 εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 80 εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 81 εὐλογεῖτε, τετράποδα καὶ θηρία τῆς γῆς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 82 εὐλογεῖτε, οἱ υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 83 εὐλογεῖτε, Ισραηλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 84 εὐλογεῖτε, ἱερεῖς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 85 εὐλογεῖτε, δοῦλοι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 86 εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 87 εὐλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ καρδίᾳ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
3. 88 εὐλογεῖτε, Ανανια, Αζαρια, Μισαηλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας, ὅτι ἐξείλετο ἡμᾶς ἐξ ᾅδου καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογὸς καὶ ἐκ τοῦ πυρὸς ἐλυτρώσατο ἡμᾶς.
3. 89 ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
3. 90 εὐλογεῖτε, πάντες οἱ σεβόμενοι τὸν θεὸν τῶν θεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων.
3. 91 Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν καὶ ἑστὼς ἐθεώρει αὐτοὺς ζῶντας, τότε Ναβουχοδονοσορ ὁ βασιλεὺς ἐθαύμασε καὶ ἀνέστη σπεύσας καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ
3. 92 Ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους περιπατοῦντας ἐν τῷ πυρί, καὶ φθορὰ οὐδεμία ἐγενήθη ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα ἀγγέλου θεοῦ.
3. 93 καὶ προσελθὼν ὁ βασιλεὺς πρὸς τὴν θύραν τῆς καμίνου [τῆς] καιομένης τῷ πυρὶ ἐκάλεσεν αὐτοὺς ἐξ ὀνόματος Σεδραχ, Μισαχ, Αβδεναγω οἱ παῖδες τοῦ θεοῦ τῶν θεῶν τοῦ ὑψίστου, ἐξέλθετε ἐκ τοῦ πυρός. οὕτως οὖν ἐξῆλθον οἱ ἄνδρες ἐκ μέσου τοῦ πυρός.
3. 94 καὶ συνήχθησαν οἱ ὕπατοι, τοπάρχαι καὶ ἀρχιπατριῶται καὶ οἱ φίλοι τοῦ βασιλέως καὶ ἐθεώρουν τοὺς ἀνθρώπους ἐκείνους, ὅτι οὐχ ἥψατο τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ αἱ τρίχες αὐτῶν οὐ κατεκάησαν καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθησαν, οὐδὲ ὀσμὴ τοῦ πυρὸς ἦν ἐν αὐτοῖς.
3. 95 ὑπολαβὼν δὲ Ναβουχοδονοσορ ὁ βασιλεὺς εἶπεν Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σεδραχ, Μισαχ, Αβδεναγω, ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἔσωσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐλπίσαντας ἐπ αὐτόν, τὴν γὰρ προσταγὴν τοῦ βασιλέως ἠθέτησαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς ἐμπυρισμόν, ἵνα μὴ λατρεύσωσι μηδὲ προσκυνήσωσι θεῷ ἑτέρῳ ἀλλ ἢ τῷ θεῷ αὐτῶν·
3. 96 καὶ νῦν ἐγὼ κρίνω ἵνα πᾶν ἔθνος καὶ πᾶσαι φυλαὶ καὶ πᾶσαι γλῶσσαι, ὃς ἂν βλασφημήσῃ εἰς τὸν κύριον τὸν θεὸν Σεδραχ, Μισαχ, Αβδεναγω, διαμελισθήσεται καὶ ἡ οἰκία αὐτοῦ δημευθήσεται, διότι οὐκ ἔστιν θεὸς ἕτερος ὃς δυνήσεται ἐξελέσθαι οὕτως.
3. 97 οὕτως οὖν ὁ βασιλεὺς τῷ Σεδραχ, Μισαχ, Αβδεναγω ἐξουσίαν δοὺς ἐφ ὅλης τῆς χώρας κατέστησεν αὐτοὺς ἄρχοντας.
 

13

ΣΟΥΣΑΝΝΑ (LXX)
6 ............ καὶ ἤρχοντο κρίσεις ἐξ ἄλλων πόλεων πρὸς αὐτούς.
7 /8 οὗτοι ἰδόντες γυναῖκα ἀστείαν τῷ εἴδει, γυναῖκα ἀδελφοῦ αὐτῶν ἐκ τῶν υἱῶν Ισραηλ, ὄνομα Σουσανναν θυγατέρα Χελκιου γυναῖκα Ιωακιμ, περιπατοῦσαν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς τὸ δειλινὸν καὶ ἐπιθυμήσαντες αὐτῆς
9 διέστρεψαν τὸν νοῦν αὐτῶν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων.
10 /11 καὶ ἀμφότεροι ἦσαν κατανενυγμένοι περὶ αὐτῆς, καὶ ἕτερος τῷ ἑτέρῳ οὐ προσεποιεῖτο τὸ κακὸν τὸ ἔχον αὐτοὺς περὶ αὐτῆς, οὐδὲ ἡ γυνὴ ἔγνω τὸ πρᾶγμα τοῦτο.
12 καὶ ὡς ἐγίνετο ὄρθρος, ἐρχόμενοι ἔκλεπτον ἀλλήλους σπεύδοντες, τίς φανήσεται αὐτῇ πρότερος καὶ λαλήσει πρὸς αὐτήν.
13 /14 καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωθὸς περιεπάτει, καὶ ὁ εἷς τῶν πρεσβυτέρων ἐληλύθει, καὶ ἰδοὺ ὁ ἕτερος παρεγένετο, καὶ εἷς τὸν ἕτερον ἀνέκρινε λέγων Τί σὺ οὕτως ὄρθρου ἐξῆλθες οὐ παραλαβών με; καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτοῦ.
19 καὶ εἶπεν εἷς τῷ ἑτέρῳ Πορευθῶμεν πρὸς αὐτήν· καὶ συνθέμενοι προσήλθοσαν αὐτῇ καὶ ἐξεβιάζοντο αὐτήν.
22 καὶ εἶπεν αὐτοῖς ἡ Ιουδαία Οἶδα ὅτι ἐὰν πράξω τοῦτο, θάνατός μοί ἐστι, καὶ ἐὰν μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν·
23 κάλλιον δέ με μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον κυρίου.
28 Οἱ δὲ παράνομοι ἄνδρες ἀπέστρεψαν ἀπειλοῦντες ἐν ἑαυτοῖς καὶ ἐνεδρεύοντες ἵνα θανατώσουσιν αὐτήν· καὶ ἐλθόντες ἐπὶ τὴν συναγωγὴν τῆς πόλεως, οὗ παρῳκοῦσαν, καὶ συνήδρευσαν οἱ ὄντες ἐκεῖ πάντες οἱ υἱοὶ Ισραηλ·
29 καὶ ἀναστάντες οἱ δύο πρεσβύτεροι καὶ κριταὶ εἶπαν Ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου, ἥτις ἐστὶ γυνὴ Ιωακιμ· οἱ δὲ εὐθέως ἐκάλεσαν αὐτήν.
30 ὡς δὲ παρεγενήθη ἡ γυνὴ σὺν τῷ πατρὶ ἑαυτῆς καὶ τῇ μητρί, καὶ οἱ παῖδες καὶ αἱ παιδίσκαι αὐτῆς ὄντες τὸν ἀριθμὸν πεντακόσιοι παρεγένοντο καὶ τὰ παιδία Σουσαννας τέσσαρα·
31 ἦν δὲ ἡ γυνὴ τρυφερὰ σφόδρα.
32 καὶ προσέταξαν οἱ παράνομοι ἀποκαλύψαι αὐτήν, ἵνα ἐμπλησθῶσι κάλλους ἐπιθυμίας αὐτῆς·
33 καὶ ἐκλαίοσαν οἱ παρ αὐτῆς πάντες καὶ ὅσοι αὐτὴν ᾔδεισαν πάντες.
34 ἀναστάντες δὲ οἱ πρεσβύτεροι καὶ κριταὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τῆς κεφαλῆς αὐτῆς·
35 ἡ δὲ καρδία αὐτῆς ἐπεποίθει ἐπὶ κυρίῳ τῷ θεῷ αὐτῆς, καὶ ἀνακύψασα ἔκλαυσεν ἐν ἑαυτῇ λέγουσα
35 a Κύριε ὁ θεὸς ὁ αἰώνιος ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ οἶδας ὅτι οὐκ ἐποίησα ἃ πονηρεύονται οἱ ἄνομοι οὗτοι ἐπ ἐμοί. καὶ εἰσήκουσε κύριος τῆς δεήσεως αὐτῆς.
36 οἱ δὲ δύο πρεσβύτεροι εἶπαν Ἡμεῖς περιεπατοῦμεν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς
37 καὶ κυκλοῦντες τὸ στάδιον εἴδομεν ταύτην ἀναπαυομένην μετὰ ἀνδρὸς καὶ στάντες ἐθεωροῦμεν αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις,
38 καὶ αὐτοὶ οὐκ ᾔδεισαν ὅτι εἱστήκειμεν. τότε συνειπάμεθα ἀλλήλοις λέγοντες Μάθωμεν τίνες εἰσὶν οὗτοι.
39 καὶ προσελθόντες ἐπέγνωμεν αὐτήν, ὁ δὲ νεανίσκος ἔφυγε συγκεκαλυμμένος,
40 ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν αὐτήν Τίς ὁ ἄνθρωπος;
41 καὶ οὐκ ἀπήγγειλεν ἡμῖν, τίς ἦν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ πᾶσα ὡς πρεσβυτέρων ὄντων καὶ κριτῶν τοῦ λαοῦ.
44 /45 Καὶ ἰδοὺ ἄγγελος κυρίου ἐκείνης ἐξαγομένης ἀπολέσθαι, καὶ ἔδωκεν ὁ ἄγγελος, καθὼς προσετάγη, πνεῦμα συνέσεως νεωτέρῳ ὄντι Δανιηλ.
48 διαστείλας δὲ Δανιηλ τὸν ὄχλον καὶ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, υἱοὶ Ισραηλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες ἀπεκρίνατε θυγατέρα Ισραηλ;
51 καὶ νῦν διαχωρίσατέ μοι αὐτοὺς ἀπ ἀλλήλων μακράν, ἵνα ἐτάσω αὐτούς.
52 ὡς δὲ διεχωρίσθησαν, εἶπεν Δανιηλ τῇ συναγωγῇ Νῦν μὴ βλέψητε ὅτι οὗτοί εἰσι πρεσβύτεροι, λέγοντες Οὐ μὴ ψεύσωνται· ἀλλὰ ἀνακρινῶ αὐτοὺς κατὰ τὰ ὑποπίπτοντά μοι. καὶ ἐκάλεσε τὸν ἕνα αὐτῶν, καὶ προσήγαγον τὸν πρεσβύτερον τῷ νεωτέρῳ, καὶ εἶπεν αὐτῷ Δανιηλ Ἄκουε ἄκουε, πεπαλαιωμένε ἡμερῶν κακῶν· νῦν ἥκασί σου αἱ ἁμαρτίαι, ἃς ἐποίεις τὸ πρότερον
53 πιστευθεὶς ἀκούειν καὶ κρίνειν κρίσεις θάνατον ἐπιφερούσας καὶ τὸν μὲν ἀθῷον κατέκρινας, τοὺς δὲ ἐνόχους ἠφίεις, τοῦ κυρίου λέγοντος Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·
54 νῦν οὖν ὑπὸ τί δένδρον καὶ ποταπῷ τοῦ παραδείσου τόπῳ ἑώρακας αὐτοὺς ὄντας σὺν ἑαυτοῖς; καὶ εἶπεν ὁ ἀσεβής Ὑπὸ σχῖνον.
55 εἶπεν δὲ ὁ νεώτερος Ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ ψυχήν· ὁ γὰρ ἄγγελος κυρίου σχίσει σου τὴν ψυχὴν σήμερον.
56 καὶ τοῦτον μεταστήσας εἶπε προσαγαγεῖν αὐτῷ τὸν ἕτερον· καὶ τούτῳ δὲ εἶπεν Διὰ τί διεστραμμένον τὸ σπέρμα σου, ὡς Σιδῶνος καὶ οὐχ ὡς Ιουδα; τὸ κάλλος σε ἠπάτησεν, ἡ μιαρὰ ἐπιθυμία·
57 καὶ οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμιλοῦσαν ὑμῖν, ἀλλ οὐ θυγάτηρ Ιουδα ὑπέμεινε τὴν νόσον ὑμῶν ἐν ἀνομίᾳ ὑπενεγκεῖν·
58 νῦν οὖν λέγε μοι Ὑπὸ τί δένδρον καὶ ἐν ποίῳ τοῦ κήπου τόπῳ κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν Ὑπὸ πρῖνον.
59 καὶ εἶπεν Δανιηλ Ἁμαρτωλέ, νῦν ὁ ἄγγελος κυρίου τὴν ῥομφαίαν ἕστηκεν ἔχων, ἕως ὁ λαὸς ἐξολεθρεύσει ὑμᾶς, ἵνα καταπρίσῃ σε.
60-62 καὶ πᾶσα ἡ συναγωγὴ ἀνεβόησεν ἐπὶ τῷ νεωτέρῳ, ὡς ἐκ τοῦ ἰδίου στόματος ὁμολόγους αὐτοὺς κατέστησεν ἀμφοτέρους ψευδομάρτυρας· καὶ ὡς ὁ νόμος διαγορεύει, ἐποίησαν αὐτοῖς, καθὼς ἐπονηρεύσαντο κατὰ τῆς ἀδελφῆς. καὶ ἐφίμωσαν αὐτοὺς καὶ ἐξαγαγόντες ἔρριψαν εἰς φάραγγα· τότε ὁ ἄγγελος κυρίου ἔρριψε πῦρ διὰ μέσου αὐτῶν. καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
63 Διὰ τοῦτο οἱ νεώτεροι ἀγαπητοὶ Ιακωβ ἐν τῇ ἁπλότητι αὐτῶν. καὶ ἡμεῖς φυλασσώμεθα εἰς υἱοὺς δυνατοὺς νεωτέρους· εὐσεβήσουσι γὰρ νεώτεροι, καὶ ἔσται ἐν αὐτοῖς πνεῦμα ἐπιστήμης καὶ συνέσεως εἰς αἰῶνα αἰῶνος.

 

14

ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ (LXX)
1 Ἐκ προφητείας Αμβακουμ υἱοῦ Ἰησοῦ ἐκ τῆς φυλῆς Λευι.
2 Ἄνθρωπός τις ἦν ἱερεύς, ᾧ ὄνομα Δανιηλ υἱὸς Αβαλ, συμβιωτὴς τοῦ βασιλέως Βαβυλῶνος.
3 καὶ ἦν εἴδωλον, Βηλ, ὃ ἐσέβοντο οἱ Βαβυλώνιοι· ἀνηλίσκετο δὲ αὐτῷ καθ ἑκάστην ἡμέραν σεμιδάλεως ἀρτάβαι δέκα δύο καὶ πρόβατα τέσσαρα καὶ ἐλαίου μετρηταὶ ἕξ.
4 καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτόν, καὶ ἐπορεύετο ὁ βασιλεὺς καθ ἑκάστην ἡμέραν καὶ προσεκύνει αὐτῷ· Δανιηλ δὲ προσηύχετο πρὸς κύριον.
5 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ Διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ; καὶ εἶπε Δανιηλ πρὸς τὸν βασιλέα Οὐδένα σέβομαι ἐγὼ εἰ μὴ κύριον τὸν θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυρ[ι]είαν.
6 εἶπεν δὲ ὁ βασιλεὺς αὐτῷ Οὗτος οὖν οὐκ ἔστι θεός; οὐχ ὁρᾷς ὅσα εἰς αὐτὸν δαπανᾶται καθ ἑκάστην ἡμέραν;
7 καὶ εἶπεν αὐτῷ Δανιηλ Μηδαμῶς· μηδείς σε παραλογιζέσθω· οὗτος γὰρ ἔσωθεν μὲν πήλινός ἐστιν, ἔξωθεν δὲ χαλκοῦς· ὀμνύω δέ σοι κύριον τὸν θεὸν τῶν θεῶν, ὅτι οὐθὲν βέβρωκε πώποτε οὗτος.
8 καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας τοῦ ἱεροῦ καὶ εἶπεν αὐτοῖς Παραδείξατε τὸν ἐσθίοντα τὰ παρασκευαζόμενα τῷ Βηλ· εἰ δὲ μή γε, ἀποθανεῖσθε ἢ Δανιηλ ὁ φάσκων μὴ ἐσθίεσθαι αὐτὰ ὑπ αὐτοῦ. οἱ δὲ εἶπαν Αὐτὸς ὁ Βηλ ἐστὶν ὁ κατεσθίων αὐτά.
9 εἶπε δὲ Δανιηλ πρὸς τὸν βασιλέα Γινέσθω οὕτως· ἐὰν μὴ παραδείξω ὅτι οὐκ ἔστιν ὁ Βηλ ὁ κατεσθίων ταῦτα, ἀποθανοῦμαι καὶ πάντες οἱ παρ ἐμοῦ. ἦσαν δὲ τῷ Βηλ ἱερεῖς ἑβδομήκοντα χωρὶς γυναικῶν καὶ τέκνων.
10 ἤγαγον δέ τὸν βασιλέα εἰς τὸ εἰδώλιον.
11 καὶ παρετέθη τὰ βρώματα ἐνώπιον τοῦ βασιλέως καὶ τοῦ Δανιηλ, καὶ οἶνος κερασθεὶς εἰσηνέχθη καὶ παρετέθη τῷ Βηλ. καὶ εἶπεν Δανιηλ Σὺ αὐτὸς ὁρᾷς ὅτι κεῖται ταῦτα, βασιλεῦ· σὺ οὖν ἐπισφράγισαι τὰς κλεῖδας τοῦ ναοῦ, ἐπὰν κλεισθῇ.
13 ἤρεσε δὲ ὁ λόγος τῷ βασιλεῖ.
14 ὁ δὲ Δανιηλ ἐκέλευσε τοὺς παρ αὐτοῦ ἐκβαλόντας πάντας ἐκ τοῦ ναοῦ κατασῆσαι ὅλον τὸν ναὸν σποδῷ οὐθενὸς τῶν ἐκτὸς αὐτοῦ εἰδότος. καὶ τότε τὸν ναὸν ἐκέλευσε σφραγίσαι τῷ τοῦ βασιλέως δακτυλίῳ καὶ τοῖς δακτυλίοις τινῶν ἐνδόξων ἱερέων· καὶ ἐγένετο οὕτως.
15-17 καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον· οἱ δὲ ἱερεῖς τοῦ Βηλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τῷ Βηλ καὶ ἐξέπιον τὸν οἶνον. καὶ εἶπεν Δανιηλ Ἐπίδετε τὰς σφραγῖδας ὑμῶν εἰ μένουσιν, ἄνδρες ἱερεῖς· καὶ σὺ δέ, βασιλεῦ, σκέψαι μή τί σοι ἀσύμφωνον γεγένηται. καὶ εὗρον, ὡς ἦν ἡ σφραγίς, καὶ ἀπέβαλον τὴν σφραγῖδα.
18 καὶ ἀνοίξαντες τὰς θύρας εἴδοσαν δεδαπανημένα πάντα τὰ παρατεθέντα καὶ τὰς τραπέζας κενάς· καὶ ἐχάρη ὁ βασιλεὺς καὶ εἶπεν πρὸς τὸν Δανιηλ Μέγας ἐστὶν ὁ Βηλ, καὶ οὐκ ἔστι παρ αὐτῷ δόλος.
19 καὶ ἐγέλασε Δανιηλ σφόδρα καὶ εἶπεν τῷ βασιλεῖ Δεῦρο ἰδὲ τὸν δόλον τῶν ἱερέων. καὶ εἶπεν Δανιηλ Βασιλεῦ, ταῦτα τὰ ἴχνη τίνος ἐστί;
20 καὶ εἶπεν ὁ βασιλεύς Ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων.
21 καὶ ἐπῆλθεν ἐπὶ τὸν οἶκον, ἐν ᾧ ἦσαν οἱ ἱερεῖς καταγινόμενοι, καὶ εὗρε τὰ βρώματα τοῦ Βηλ καὶ τὸν οἶνον· καὶ ἐπέδειξε Δανιηλ τῷ βασιλεῖ τὰ ψευδοθύρια, δι ὧν εἰσπορευόμενοι οἱ ἱερεῖς ἐδαπάνων τὰ παρατιθέμενα τῷ Βηλ.
22 καὶ ἐξήγαγεν αὐτοὺς ὁ βασιλεὺς ἐκ τοῦ Βηλίου καὶ παρέδωκεν αὐτοὺς τῷ Δανιηλ· καὶ τὴν δαπάνην τὴν εἰς αὐτὸν ἔδωκε τῷ Δανιηλ, τὸν δὲ Βηλ κατέστρεψε.
23 Καὶ ἦν δράκων ἐν τῷ αὐτῷ τόπῳ, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι.
24 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ Μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν; ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει· προσκύνησον αὐτῷ.
25 καὶ εἶπεν Δανιηλ Βασιλεῦ, δός μοι τὴν ἐξουσίαν, καὶ ἀνελῶ τὸν δράκοντα ἄνευ σιδήρου καὶ ῥάβδου.
26 καὶ συνεχώρησεν αὐτῷ ὁ βασιλεὺς καὶ εἶπεν αὐτῷ Δέδοταί σοι.
27 καὶ λαβὼν ὁ Δανιηλ πίσσης μνᾶς τριάκοντα καὶ στέαρ καὶ τρίχας ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησε μάζαν καὶ ἐνέβαλεν εἰς τὸ στόμα τοῦ δράκοντος, καὶ φαγὼν διερράγη. καὶ ἔδειξεν αὐτὸν τῷ βασιλεῖ λέγων Οὐ ταῦτα σέβεσθε, βασιλεῦ;
28 καὶ συνήχθησαν οἱ ἀπὸ τῆς χώρας πάντες ἐπὶ τὸν Δανιηλ καὶ εἶπαν Ιουδαῖος γέγονεν ὁ βασιλεύς· τὸν Βηλ κατέστρεψε καὶ τὸν δράκοντα ἀπέκτεινε.
30 καὶ ἰδὼν ὁ βασιλεὺς ὅτι ἐπισυνήχθη ὁ ὄχλος τῆς χώρας ἐπ αὐτόν, ἐκάλεσε τοὺς συμβιωτὰς αὐτοῦ καὶ εἶπεν Δίδωμι τὸν Δανιηλ εἰς ἀπώλειαν.
31-32 ἦν δὲ λάκκος ἐν ᾧ ἐτρέφοντο λέοντες ἑπτά, οἷς παρεδίδοντο οἱ ἐπίβουλοι τοῦ βασιλέως, καὶ ἐχορηγεῖτο αὐτοῖς καθ ἑκάστην ἡμέραν τῶν ἐπιθανατίων σώματα δύο. καὶ ἐνεβάλοσαν τὸν Δανιηλ οἱ ὄχλοι εἰς ἐκεῖνον τὸν λάκκον, ἵνα καταβρωθῇ καὶ μηδὲ ταφῆς τύχῃ. καὶ ἦν ἐν τῷ λάκκῳ Δανιηλ ἡμέρας ἕξ.
33 καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἦν Αμβακουμ ἔχων ἄρτους ἐντεθρυμμένους ἐν σκάφῃ ἐν ἑψήματι καὶ στάμνον οἴνου κεκερασμένου καὶ ἐπορεύετο εἰς τὸ πεδίον πρὸς τοὺς θεριστάς.
34 καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Αμβακουμ λέγων Τάδε λέγει σοι κύριος ὁ θεός Τὸ ἄριστον, ὃ ἔχεις, ἀπένεγκε Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων ἐν Βαβυλῶνι.
35 καὶ εἶπεν Αμβακουμ Κύριε ὁ θεός, οὐχ ἑώρακα τὴν Βαβυλῶνα καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστι.
36 καὶ ἐπιλαβόμενος αὐτοῦ ὁ ἄγγελος κυρίου τοῦ Αμβακουμ τῆς κόμης αὐτοῦ τῆς κεφαλῆς ἔθηκεν αὐτὸν ἐπάνω τοῦ λάκκου τοῦ ἐν Βαβυλῶνι.
37 καὶ εἶπεν Αμβακουμ πρὸς Δανιηλ Ἀναστὰς φάγε τὸ ἄριστον, ὃ ἀπέστειλέ σοι κύριος ὁ θεός.
38 καὶ εἶπε Δανιηλ Ἐμνήσθη γάρ μου κύριος ὁ θεὸς ὁ μὴ ἐγκαταλείπων τοὺς ἀγαπῶντας αὐτόν.
39 καὶ ἔφαγε Δανιηλ· ὁ δὲ ἄγγελος κυρίου κατέστησε τὸν Αμβακουμ ὅθεν αὐτὸν ἔλαβε τῇ αὐτῇ ἡμέρᾳ. ὁ δὲ κύριος ὁ θεὸς ἐμνήσθη τοῦ Δανιηλ.
40 ἐξῆλθε δὲ ὁ βασιλεὺς μετὰ ταῦτα πενθῶν τὸν Δανιηλ καὶ ἐγκύψας εἰς τὸν λάκκον ὁρᾷ αὐτὸν καθήμενον.
41 καὶ ἀναβοήσας εἶπεν ὁ βασιλεύς Μέγας ἐστὶ κύριος ὁ θεός, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ ἄλλος.
42 καὶ ἐξήγαγεν ὁ βασιλεὺς τὸν Δανιηλ ἐκ τοῦ λάκκου· καὶ τοὺς αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον ἐνώπιον τοῦ Δανιηλ, καὶ κατεβρώθησαν.

main page

Greek Old Testament

Holy Bible

الصفحة الرئيسية

العهد القديم باليونانية

الكتاب المقدس